Psalms 70

1
LXX: Psa.69:1
εἰς τὸ τέλος· τῷ Δαυιδ εἰς ἀνάμνησιν,
LXX: Psa.69:2
εἰς τὸ σῶσαί με κύριον. θεός, Εἰς τὴν βοήθειάν μου πρόσχες.
2
LXX: Psa.69:3
αἰσχυνθείησαν καὶ ἐντραπείησαν οἱ ζητοῦντές μου τὴν ψυχήν, ἀποστραφείησαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθείησαν οἱ βουλομενοι μοι κακά,
3
LXX: Psa.69:4
ἀποστραφείησαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι εὖγε. Εὖγε
4
LXX: Psa.69:5
ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητουντες σε, καὶ λεγέτωσαν διὰ παντός Μεγαλυνθήτω θεός, οἱ αγαπωντες τὸ σωτήριόν σου.
5
LXX: Psa.69:6
ἐγὼ δὲ πτωχὸς καὶ πένης· θεός, βοήθησόν μοι. βοηθός μου καὶ ῥύστης μου εἶ σύ· κύριε, μὴ χρονίσῃς.
Copyright information for LXX